Ετικέτες
Η ΑΡΧΑΙΟΤΕΡΗ ΠΟΛΗ ΤΟΥ ΚΟΣΜΟΥ ΚΥΝΟΣΟΥΡΑ ΑΡΚΑΔΙΑΣ
| 9:28 π.μ. (πριν από 26 λεπτά) | ![]() ![]() ![]() | ||
| ||||
Αρχαία Λυκόσουρα
Θεωρείται η αρχαιότερη πόλη στον κόσμο (10.000 - 8.000 π.Χ.)
Επίσης το όνομα ΔΕΣΠΟΙΝΑ είναι πανάρχαιο Ελληνικό όνομα
Αναφορά στην θεά Δέσποινα από τον Παυσανία στα Αρκαδικά:
{θεῶν δὲ αὐτὰ τὰ ἀγάλματα, Δέσποινα καὶ ἡ Δημήτηρ τε καὶ ὁ θρόνος ἐν ᾧ καθέζονται, καὶ τὸ ὑπόθημα τὸ ὑπὸ τοῖς ποσίν ἐστιν ἑνὸς ὁμοίως λίθου: καὶ οὔτε τῶν ἐπὶ τῇ ἐσθῆτι οὔτε ὁπόσα εἴργασται περὶ τὸν θρόνον οὐδέν ἐστιν ἑτέρου λίθου προσεχὲς σιδήρῳ καὶ κόλλῃ, ἀλλὰ τὰ πάντα ἐστὶν εἷς λίθος. οὗτος οὐκ ἐσεκομίσθη σφίσιν ὁ λίθος, ἀλλὰ κατὰ ὄψιν ὀνείρατος λέγουσιν αὐτὸν ἐξευρεῖν ἐντὸς τοῦ περιβόλου τὴν γῆν ὀρύξαντες. τῶν δὲ ἀγαλμάτων ἐστὶν ἑκατέρου μέγεθος κατὰ τὸ Ἀθήνῃσιν ἄγαλμα μάλιστα τῆς Μητρός: Δαμοφῶντος δὲ καὶ ταῦτα ἔργα. ἡ
μὲν οὖν Δημήτηρ δᾷδα ἐν δεξιᾷ φέρει, τὴν δὲ ἑτέραν χεῖρα ἐπιβέβληκεν ἐπὶ τὴν Δέσποιναν: ἡ δὲ Δέσποινα σκῆπτρόν τε καὶ <τὴν>
καλουμένην κίστην ἐπὶ τοῖς γόνασιν ἔχει, τῆς δὲ ἔχεται τῇ δεξιᾷ τῆς κίστης. τοῦ θρόνου δὲ ἑκατέρωθεν Ἄρτεμις μὲν παρὰ τὴν Δήμητρα
ἕστηκεν ἀμπεχομένη δέρμα ἐλάφου καὶ ἐπὶ τῶν ὤμων φαρέτραν ἔχουσα, ἐν δὲ ταῖς χερσὶ τῇ μὲν λαμπάδα ἔχει, τῇ δὲ δράκοντας δύο. παρὰ δὲ τὴν Ἄρτεμιν κατάκειται κύων, οἷαι θηρεύειν εἰσὶν ἐπιτήδειοι. πρὸς δὲ τῆς Δεσποίνης τῷ ἀγάλματι ἕστηκεν Ἄνυτος σχῆμα ὡπλισμένου παρεχόμενος: φασὶ δὲ οἱ περὶ τὸ ἱερὸν τραφῆναι τὴν Δέσποιναν ὑπὸ τοῦ Ἀνύτου, καὶ εἶναι τῶν Τιτάνων καλουμένων καὶ τὸν Ἄνυτον.}
Παυσανία Αρκαδικά XXVII
ΑπάντησηΑπάντηση σε όλουςΠροώθηση Δεν μπορείτε να απαντήσετε με ένα emoji σε αυτό το μήνυμα |

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου